Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.21.1 | Hdt. 8.23.1 (English) | >>Hdt. 8.24.2 |
8.22.2 ἀλλὰ μάλιστα μὲν πρὸς ἡμέων γίνεσθε · εἰ δὲ ὑμῖν ἐστι τοῦτο μὴ δυνατὸν ποιῆσαι , ὑμεῖς δὲ ἔτι καὶ νῦν ἐκ τοῦ μέσου ἡμῖν ἕζεσθε καὶ αὐτοὶ καὶ τῶν Καρῶν δέεσθε τὰ αὐτὰ ὑμῖν ποιέειν . εἰ δὲ μηδέτερον τούτων οἷόν τε γίνεσθαι , ἀλλʼ ὑπʼ ἀναγκαίης μέζονος κατέζευχθε ἢ ὥστε ἀπίστασθαι , ὑμεῖς δὲ ἐν τῷ ἔργῳ , ἐπεὰν συμμίσγωμεν , ἐθελοκακέετε μεμνημένοι ὅτι ἀπʼ ἡμέων γεγόνατε καὶ ὅτι ἀρχῆθεν ἡ ἔχθρη πρὸς τὸν βάρβαρον ἀπʼ ὑμέων ἡμῖν γέγονε .”
8.22.3 Θεμιστοκλέης δὲ ταῦτα ἔγραφε , δοκέειν ἐμοί , ἐπʼ ἀμφότερα νοέων , ἵνα ἢ λαθόντα τὰ γράμματα βασιλέα Ἴωνας ποιήσῃ μεταβαλεῖν καὶ γενέσθαι πρὸς ἑωυτῶν , ἢ ἐπείτε ἀνενειχθῇ καὶ διαβληθῇ πρὸς Ξέρξην , ἀπίστους ποιήσῃ τοὺς Ἴωνας καὶ τῶν ναυμαχιέων αὐτοὺς ἀπόσχῃ .
ch. 23
8.23.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 8.21.1 | Hdt. 8.23.1 (English) | >>Hdt. 8.24.2 |